Κυριακή 30 Νοεμβρίου 2014

᾿Ιωαν. α´ 35-52

Εἱστήκει ὁ ᾿Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ ᾿Ιησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ᾿Ιησοῦ. Στραφεὶς δὲ ὁ ᾿Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. ἦν ᾿Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾿Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ᾿Ιησοῦν. ἐμβλέψας αὐτῷ ὁ ᾿Ιησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς ᾿Ιωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Τῇ ἐπαύριον ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει.καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Νεοελληνική απόδοσις
Ο᾿Ιωάννης στεκόταν πάλι μὲ δύο ἀπὸ τοὺς μαθητές του· καί, καθὼς εἶδε τὸν ᾿Ιησοῦ νὰ προσπερνάει, εἶπε· «Αὐτὸς εἶναι ὁ ἀμνὸς τοῦ Θεοῦ». Οἱ δύο μαθητὲς τὸν ἄκουσαν νὰ τὸ λέει καὶ ἀκολούθησαν τὸν ᾿Ιησοῦ. ῾Ο ᾿Ιησοῦς γύρισε καί, βλέποντάς τους νὰ τὸν ἀκολουθοῦν, τοὺς εἶπε· «Τί θέλετε;» Κι αὐτοὶ τοῦ ἀπάντησαν· «Ραββὶ -ποὺ σημαίνει Διδάσκαλε- ποῦ μένεις;» «᾿Ελᾶτε καὶ θὰ δεῖτε», τοὺς λέει. Πῆγαν λοιπόν, καὶ εἶδαν ποῦ μένει, κι ἐκείνη τὴν ἡμέρα ἔμειναν κοντά του· ἡ ὥρα ἦταν περίπου τέσσερις τὸ ἀπόγευμα.

῾Ο ἕνας ἀπὸ τοὺς δύο ποὺ ἄκουσαν τὰ λόγια τοῦ ᾿Ιωάννη κι ἀκολούθησαν τὸν ᾿Ιησοῦ ἦταν ὁ ᾿Ανδρέας, ὁ ἀδελφὸς τοῦ Σίμωνος Πέτρου. Αὐτὸς βρίσκει σὲ λίγο τὸν ἀδελφό του τὸν Σίμωνα καὶ τοῦ λέει· «Βρήκαμε τὸν Μεσσία» -ποὺ σημαίνει τὸν Χριστό. Καὶ τὸν ἔφερε στὸν ᾿Ιησοῦ. ῾Ο ᾿Ιησοῦς τὸν κοίταξε καλὰ καὶ εἶπε· «᾿Εσὺ εἶσαι ὁ Σίμων, ὁ γιὸς τοῦ ᾿Ιωνᾶ· ἐσὺ θὰ ὀνομαστεῖς Κηφὰς»  — ποὺ σημαίνει Πέτρος. Τὴν ἄλλη μέρα ὁ ᾿Ιησοῦς ἀποφάσισε νὰ πάει στὴ Γαλιλαία. Βρίσκει τότε τὸν Φίλιππο καὶ τοῦ λέει· «῎Ελα μαζί μου».

῾Ο Φίλιππος καταγόταν ἀπὸ τὴ Βηθσαϊδά, τὴν πατρίδα τοῦ ᾿Ανδρέα καὶ τοῦ Πέτρου. Βρίσκει ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέει· «Αὐτὸν ποὺ προανήγγειλε ὁ Μωυσῆς στὸν νόμο καὶ οἱ προφῆτες, τὸν βρήκαμε· εἶναι ὁ ᾿Ιησοῦς, ὁ γιὸς τοῦ ᾿Ιωσὴφ ἀπὸ τὴ Ναζαρέτ». «Μπορεῖ ἀπὸ τὴ Ναζαρὲτ νὰ βγεῖ τίποτα καλό;» τὸν ρώτησε ὁ Ναθαναήλ. «῎Ελα καὶ δὲς μόνος σου», τοῦ λέει ὁ Φίλιππος. ῾Ο ᾿Ιησοῦς εἶδε τὸν Ναθαναὴλ νὰ πλησιάζει καὶ λέει γι’ αὐτόν· «Νά ἕνας γνήσιος ᾿Ισραηλίτης, χωρὶς δόλο μέσα του». «᾿Απὸ ποῦ μὲ ξέρεις;» τὸν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ ᾿Ιησοῦς τοῦ ἀπάντησε· «Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος νὰ ᾿ρθεῖς, σὲ εἶδα ποὺ ἤσουν κάτω ἀπ’ τὴ συκιά». Τότε ὁ Ναθαναὴλ τοῦ εἶπε· «Διδάσκαλε, ἐσὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐσὺ εἶσαι ὁ βασιλιὰς τοῦ ᾿Ισραήλ». Κι ὁ ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «᾿Επειδὴ σοῦ εἶπα πὼς σὲ εἶδα κάτω ἀπὸ τὴ συκιά, γι’ αὐτὸ πιστεύεις; Θὰ δεῖς μεγαλύτερα πράγματα ἀπ’ αὐτά». Καὶ τοῦ λέει· «Σᾶς βεβαιώνω ὅτι σύντομα θὰ δεῖτε νὰ ἔχει ἀνοίξει ὁ οὐρανός, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν πάνω στὸν Υἱὸ τοῦ ᾿Ανθρώπου».

Δεν υπάρχουν σχόλια: