Εμφάνιση αναρτήσεων με ετικέτα Ευαγγελικόν ανάγνωσμα. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ευαγγελικόν ανάγνωσμα. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 7 Σεπτεμβρίου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 2 - 14


2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. 3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· 12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.

ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΙΣ Π.Ν.ΤΡΕΜΠΕΛΑ

2 Ἠ βασιλεία τῶν οὐρανῶν ὁμοιάζει πρὸς ἄνθρωπον βασιλέα, ποὺ ἔκαμε χαρὲς γάμου διὰ τὸν υἱόν του. 3 Καὶ ἀπέστειλε τοὺς δούλους του διὰ νὰ καλέσῃ αὐτούς, ποὺ εἶχαν προσκληθῇ εἰς τοὺς γάμους, καὶ ἐκεῖνοι δὲν ἤθελαν νὰ ἔλθουν. 4 Πάλιν ἀπέστειλε ἄλλους δούλους λέγων· εἶπατε εἰς τοὺς καλεσμένους· ἰδοὺ ἐτοίμασα τὸ μεσημεριανό μου τραπέζι· οἱ ταῦροι μου καὶ τὰ θρεφτάρια εἶναι σφαγμένα καὶ ὅλα εἶναι ἕτοιμα.Ἔλθετε εἰς τοὺς γάμους. 5 Αὐτοὶ ὅμως ἀδιαφόρησαν καὶ ἔφυγαν, ἄλλος μὲν εἰς τὸ χωράφι του, ἄλλος δὲ εἰς τὴν ἐμπορικήν του ἐπιχείρησιν. 6 Οἱ δὲ ὑπόλοιποι, ἀφοῦ ἔπιασαν τοὺς δούλους του, ὕβρισαν καὶ ἐφόνευσαν αὐτούς. 7 Ἀλλ’ ὅταν ἤκουσε ταῦτα ὁ βασιλεὺς ἐκεῖνος, ἐθύμωσε, καὶ ἀφοῦ ἔστειλε τὰ στρατεύματά του, ἐξωλόθρευσε τοὺς φονεῖς ἐκεῖνους καὶ κατέκαυσε τὴν πόλιν τους.(Καὶ τὴν τιμωρίαν αὐτὴν ἔλαβον οἱ Ἰουδαῖοι καὶ τὰ Ἱεροσόλυμα, τοὺς ὁποίους ὑπονοεῖ ἡ παραβολή). 8 Τότε λέγει εἰς τοὺς δούλους του· Τὸ τραπέζι τοῦ γάμου εἶναι ἔτοιμον· οἱ προσκαλεσμένοι ὅμως δὲν ἦσαν ἄξιοι νὰ λάβουν μέρος εἰς αὐτό. 9 Πηγαίνετε λοιπὸν εἰς τὰ σταυροδρόμια καὶ τὰ τρίστρατα καὶ ὅσους τύχῃ νὰ εὕρετε ἐκεῖ, καλέσατέ τους εἰς τοὺς γάμους. 10 Καὶ ἀφοῦ ἐβγῆκαν οἱ δοῦλοι ἐκεῖνοι εἰς τοὺς δρόμους, ἐμάζευσαν ὅλους ὅσους ηὔραν, κακοὺς καὶ καλούς, καὶ ἐγέμισεν η αἴθουσα τοῦ γάμου ἀπὸ ἀνθρώπους, ποῦ ἐκάθησαν εἰς τὸ τραπέζι.(Καὶ αὐτὸ ἐπραγματοποιήθη μὲ τὴν Ἐκκλησίαν, εἰς τὴν ὁποίαν ἐκλήθησαν καὶ προσῆλθον οἱ εἰδωλολάτραι πιστεύσαντες). 11 Ὅταν δὲ ἐμβῆκεν ὁ βασιλεὺς διὰ νὰ ἴδη τοὺς καθισμένους εἰς τὸ τραπέζι, εἶδεν ἐκεῖ ἄνθρωπον, ποῦ δὲν ἐφοροῦσεν ἔνδυμα γάμου.Δὲν εἶχε δηλαδὴ μαζὶ μὲ τὴν πίστιν καὶ τὸν καρπὸν τῆς πίστεως, τουτέστι τὰς ἀρετάς. 12 Καὶ λέγει εἰς αὐτόν· Φίλε, πῶς ἐμβῆκες ἐδῶ, χωρὶς νὰ ἔχῃς ἔνδυμα γάμου; Εὔκολον ἦτο νὰ ἀπευθυνθῇς εἰς τὴν ὑπηρεσίαν μου καὶ νὰ σοῦ προμηθεύσῃ τοιοῦτον.Αὐτὸς δὲ ἀπεστομώθη. 13 Τότε εἶπεν ὁ βασιλεὺς εἰς τοὺς ὑπηρέτας· Ἀφοῦ τοῦ δέσετε χέρια καὶ πόδια, πάρτε τον καὶ ρίψατέ τον ἔξω εἰς τὸ σκότος τὸ πιὸ βαθύ, ποὺ εἶναι μακρυὰ ἀπὸ τὴν βασιλείαν τοῦ Θεοῦ.Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν δοντιῶν. 14 Διότι πολλοὶ εἶναι οἱ καλεσμένοι εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ὀλίγοι ὅμως εἶναι ἐκλεκτοί, ποὺ ἔχουν τὰς ἀρετάς, καὶ θὰ κληρονομήσουν τὴν βασιλείαν αὐτήν.

Κυριακή 30 Αυγούστου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 33 - 42------------† ΚΥΡΙΑΚΗ ΙΓ΄ ΜΑΤΘΑΙΟΥ. Ἀπόδοσις τῆς μνήμης τῆς ἀποτομῆς τῆς τ. κεφαλῆς Ἰωάννου τοῦ προδρόμου· Ἀλεξάνδρου (†340), Ἰωάννου (†595), Παύλου (†784) πατριαρχῶν Κωνσταντινουπόλεως.

33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Ερμηνευτική απόδοσις Π.Ν. Τρεμπέλα

33 Ἄλλην παραβολὴν ἀκούσατε.Ἦτο κάποιος οἰκοκύρης, ὁ Θεὸς δηλαδή, ὁ ὁποῖος ἐφύτευσεν ἄμπελον, τὸ ἰουδαϊκον ἔθνος τουτέστι.Καὶ ἔλαβεν ἰδιαιτέραν πρόνοιαν δι’ αὐτήν.Ἔβαλε δηλαδὴ τριγύρω ἀπ’ αὐτὴν φράκτην καὶ ἔσκαψε μέσα εἰς αὐτὴν ληνὸν καὶ ἔκτισε πύργον διὰ νὰ μένουν οἱ φύλακες καὶ ἐργάται, καὶ τὴν ἐνεπιστεύθη εἰς γεωργούς, εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τοὺς ἄρχοντας τοῦ λαοῦ, καὶ ἀνεχώρησεν εἰς ἄλλην χώραν. 34 Ὅταν δὲ ἐπλησίασεν ὁ καιρὸς τῆς ἐσοδείας, ἀπέστειλε τοὺς δούλους του, τοὺς προφήτας, πρὸς τοὺς γεωργοὺς διὰ νὰ παραλάβουν τοὺς καρπούς του, διὰ νὰ διαπιστώσουν δηλαδὴ τὴν εἰς τὸν Θεὸν ἀφοσίωσιν καὶ τὰ ἔργα τῆς ἀρετῆς, τὰ ὁποῖα ὤφειλεν ὁ λαὸς αὐτὸς ὕστερα ἀπὸ τὴν τόσην εὔνοιαν καὶ πρόνοιαν τοῦ Θεοῦ νὰ καρποφορήσῃ ὡς ἄλλη καλλιεργημένη ἄμπελος. 35 Καὶ οἱ γεωργοί, οἱ ἄρχοντες τοῦ Ἰσραὴλ τουτέστιν, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἄλλον μὲν ἔδειραν, ἄλλον δὲ ἐφόνευσαν, ἄλλον δὲ ἐλιθοβόλησαν. 36 Πάλιν ἀπέστειλεν ὁ οἰκοκύρης ἄλλους δούλους περισσοτέρους ἀπὸ τοὺς πρώτους, καὶ ἔκαμαν εἰς αὐτοὺς τὰ ἴδια. 37 Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱόν του λέγων· Πρέπει τουλάχιστον οἱ ἄνθρωποι αὐτοὶ νὰ ἐντραποῦν τὸν υἱόν μου. 38 Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱόν, τὸν Ἰησοῦν Χριστὸν δηλαδή, τὸν ἐνανθρωπήσαντα υἱὸν τοῦ Θεοῦ, εἶπαν μεταξύ τους· αὐτὸς εἶναι ὁ κληρονόμος· ἐλᾶτε, ἂς τὸν φονεύσωμεν καὶ ἂς καταλάβωμεν τὴν κληρονομίαν του γινόμενοι ἀνενόχλητοι πλέον κύριοι καὶ ἐκμεταλλευταὶ τῆς Ἰουδαϊκῆς συναγωγῆς. 39 Καὶ ἀφοῦ τὸν ἔπιασαν, τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν ἄμπελον καὶ τὸν ἐφόνευσαν. 40 Ὅταν λοιπὸν ἔλθῃ ὁ κύριος τῆς ἀμπέλου, τί εἶναι δίκαιον νὰ κάνῃ εἰς τοὺς καλλιεργητὰς ἐκείνους; 41 Λέγουσιν εἰς αὐτόν· Θὰ ἐξολοθρεύσῃ μὲ θάνατον κακὸν αὐτοὺς ποὺ τόσον κακοὶ εἶναι, καὶ τὴν ἄμπελον θὰ ἐνοικιάσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποῖοι θὰ δώσουν εἰς αὐτὸν τοὺς ὀφειλομένους καρποὺς εἰς τὰς ἐποχάς των.Πράγματι δέ, ἀφοῦ ἐξωλόθρευσε τοὺς Ἰουδαίους καὶ κατέστρεψε διὰ τῶν Ρωμαίων τὴν Ἱερουσαλήμ, παρέδωκε τὴν ἄμπελόν του, τὸν νέον Ἰσραὴλ τῆς χάριτος, εἰς τοὺς Ἀποστόλους καὶ τοὺς διαδόχους των πρὸς καρποφόρον καλλιέργειαν. 42 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Δὲν ἀνεγνώσατε ποτὲ εἰς τάς Γραφάς· Λίθον, τὸν ὁποῖον ἀπέρριψαν ὡς ἀκατάλληλον οἱ κτίσται, αὐτὸς ἔγινε τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν Κύριον ἔγινε τοῦτο καὶ εἶναι θαυμαστὸν εἰς τὰ μάτια ἡμῶν τῶν πιστῶν; Ἤτοι ἐγώ, τὸν ὁποῖον ὡς ἄλλον λίθον ἀπέρριψαν ὡς ἀκατάλληλον ἐν τῇ οἰκοδομὴ τοῦ Θεοῦ αὐτοί, ποὺ μὲ τὴν διδασκαλίαν τῶν ἔργον καὶ καθῆκον ἔχουν νὰ σᾶς οἰκοδομοῦν, ἔγινα τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ συνήνωσα τοὺς λαοὺς εἰς μίαν Ἐκκλησίαν.Τὸ θαυμαστὸν δὲ εἰς τὰ μάτια ὅλων τῶν πιστῶν γεγονὸς τοῦτο ἔγινε ἀπὸ τὸν Κύριον.


Δευτέρα 24 Αυγούστου 2026

ΚΑΤΑ ΛΟΥΚΑΝ Ι´ 38 - 42------- † ΚΥΡΙΑΚΗ ΙΒ΄ ΜΑΤΘΑΙΟΥ. Ἀπόδοσις τῆς ἑορτῆς τῆς κοιμήσεως τῆς Θεοτόκου (Παναγίας τῆς Προυσιωτίσσης). Λούπου μάρτυρος (δ΄ αἰ.), Εἰρηναίου ἐπισκόπου Λουγδούνων (†202).


38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ´ 27 - 28


27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Ερμηνευτική απόδοσις Π.Ν.Τρεμπέλα

ΚΑΤΑ ΛΟΥΚΑΝ Ι´ 38 - 42


38 Ἐνῷ δὲ οἱ μαθηταὶ καὶ οἱ ἀκολουθοῦντες τὸν Ἰησοῦν ἐπήγαιναν ἔχοντες κατεύθυνσιν τὴν Ἱερουσαλήμ, συνέβη νὰ ἔμβῃ ὁ Ἰησοῦς εἰς κάποιο χωρίον· καὶ μία γυναῖκα, ποὺ ὠνομάζετο Μάρθα, τὸν ὑπεδέχθη εἰς τὸ σπίτι της. 39 Καὶ εἶχεν αὐτὴ ἀδελφήν, ποὺ ἐλέγετο Μαρία, ἡ ὁποία ὄχι μόνον ὑπεδέχθη τὸν Ἰησοῦν ὡς ἡ Μάρθα, ἀλλὰ καὶ ἐκάθησε κοντὰ εἰς τοὺς πόδας του ὡς ταπεινὴ μαθήτρια καὶ ἤκουε μὲ προσοχὴν ἀπερίσπαστον τὴν διδασκαλίαν του. 40 Ἡ δὲ Μάρθα ἦταν ἀπασχολημένη καὶ πνιγμένη εἰς πολλὴν ἐργασίαν, φροντίζουσα νὰ ἑτοιμάσῃ τὸ φαγητὸν καὶ νὰ περιποιηθῇ τὸν Διδάσκαλον. Ἀφοῦ δὲ ἐστάθη πλησίον τοῦ Χριστοῦ, εἶπε· Κύριε, δὲν σὲ μέλει, ποὺ ἡ ἀδελφή μου μὲ ἀφῆκε μοναχὴν νὰ ὑπηρετῶ καὶ νὰ ἑτοιμάζω τὸ τραπέζι; Πές της λοιπὸν νὰ μὲ βοηθήσῃ. 41 Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ τῆς εἶπε· Μάρθα, Μάρθα, ἀσχολεῖται ἡ διάνοιά σου ἀπὸ ἀνησύχους φροντίδας καὶ κουράζεται τὸ σῶμα σου διὰ νὰ προετοιμάσῃς πολλά. 42 Ἕνα δὲ εἶναι χρήσιμον καὶ ἀναγκαῖον, ἡ ἀκρόασις τῆς διδασκαλίας μου, ποὺ εἶναι τροφὴ πνευματική, ἀναγκαία διὰ τὴν ψυχήν. Ἡ Μαρία δὲ ἐξέλεξε τὴν καλὴν καὶ ὠφέλιμον μερίδα, ἡ ὁποία δὲν θὰ τῆς ἀφαιρεθῇ ποτέ. Διότι αἱ ὠφέλειαι τῆς μερίδος αὐτῆς τοῦ πνευματικοῦ φαγητοῦ δὲν εἶναι προσωριναὶ καὶ φθαρταί, ἄλλα πνευματικαὶ καὶ αἰώνιοι.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ´ 27 - 28


27 Ἐνῷ δὲ ὁ Ἰησοῦς ἔλεγε ταῦτα, κάποια γυναῖκα ἀπὸ τὸ πλῆθος, ἐνθουσιασθεῖσα ἀπὸ τὴν διδασκαλίαν του, ἔβγαλε φωνὴν μεγάλην καὶ εἶπε· Μακαρία ἡ κοιλία, ποὺ σὲ ἐβάστασε, καὶ οἱ μαστοὶ τοὺς ὁποίους ἐθήλασες. Μακαρία δηλαδὴ ἡ μητέρα, ποὺ σὲ ἐγέννησε καὶ σὲ ἔθρεψεν. 28 Αὐτὸς δὲ εἶπεν· Ἀληθῶς, μακαρία εἶναι ἡ μητέρα μου· ἀλλὰ μὴ λησμονεῖτε, ὅτι μακάριοι κυρίως εἶναι ἐκεῖνοι, ποὺ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσουν αὐτόν. Εἰς τρόπον ὥστε καὶ αὐτή, ποὺ μὲ ἐγέννησε καὶ μὲ ἐθήλασεν, ἠξιώθη τῆς τιμῆς αὐτῆς, διότι ἐφύλαξε πάντοτε τὸν λόγον τοῦ Θεοῦ.


Δευτέρα 10 Αυγούστου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΖ´ 14 - 23


14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

Ερμηνευτική απόδοσις Π.Ν.Τρεμπέλα

14 Καὶ ὅταν ἦλθαν εἰς τὸ πλῆθος τοῦ λαοῦ, τὸν ἐπλησἰασε κάποιος ἄνθρωπος, ποὺ ἐγονάτισεν ἐμπρός του, καὶ ἔλεγε· 15 Κύριε, δεῖξε ἔλεος καὶ εὐσπλαγχνίαν εἰς τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει ἄσχημα, ἀλλὰ καὶ κινδυνεύει τὸν ἔσχατον κίνδυνον· διότι πολλὲς φορὲς καὶ εἰς τὴν φωτιὰ πίπτει καὶ πολλὲς φορὲς εἰς τὸ νερὸ καὶ κινδυνεύει ἔτσι νὰ καῇ ἢ νὰ πνιγῇ. 16 Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου καὶ δὲν ἠμπόρεσαν νὰ τὸν θεραπεύσουν. 17 Ἀπεκρίθη δὲ ὁ Ἰησοῦς καὶ εἶπεν· Ὦ γενεά, ποὺ τόσα θαύματα εἶδες καὶ εἶσαι ἀκόμη ἄπιστος, καὶ ἀπὸ τὴν κακίαν σου εἶσαι διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; Φέρτε τόν μου ἐδῶ. 18 Καὶ ἐπέπληξεν αὐτὸν ὁ Ἰησοῦς καὶ ἐβγῆκεν ἀπ’ αὐτὸν τὸ δαιμόνιον καὶ ἐθεραπεύθη τὸ παιδίον ἀπὸ τὴν ὥραν ἐκείνην. 19 Τότε ἀφοῦ οἰ μαθηταὶ ἐπλησίασαν ἰδιαιτέρως τὸν Ἰησοῦν, εἶπον· Διατὶ ἠμεῖς δὲν ἠμπορέσαμεν νὰ βγάλωμεν τὸ δαιμόνιον αὐτό; 20 Ὁ δὲ Κύριος τοὺς εἶπε· Ἐπειδὴ σᾶς λείπει πίστις.Διότι ἀληθῶς σᾶς λέγω, ἐὰν ἔχετε πίστιν θερμὴν καὶ σφοδρὰν σὰν τὸν μικρὸν σπόρον τοῦ σιναπιοῦ, θὰ εἴπητε εἰς τὸ βουνὸν αὐτό, πήγαινε ἀπ’ ἐδῶ ἐκεῖ, καὶ θὰ μετακινηθῇ.Καὶ τίποτε δὲν θὰ εἶναι ἀδύνατον εἰς σᾶς. 21 Αὐτὸ δὲ τὸ εἶδος τῶν δαιμόνων δὲν βγαίνει ἀπὸ τὸν ἄνθρωπον, ποὺ ἔχει καταληφθῇ ἀπὸ αὐτό, παρὰ μὲ προσευχὴν συνοδευομένην καὶ μὲ νηστείαν, ὥστε ἡ προσευχὴ νὰ γίνεται μὲ διάνοιαν, ὅσον τὸ δυνατὸν ἐλαφροτέραν καὶ περισσότερον προσηλωμένην εἰς τὸν Θεόν. 22 Καὶ ἐνῷ ἐγύριζαν αὐτοὶ εἰς τὴν Γαλιλαίαν, τοὺς εἶπεν ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ ἐντὸς ὀλίγου εἰς χεῖρας ἀνθρώπων 23 καὶ θὰ τὸν θανατώσουν, καὶ τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του θὰ ἀνασηθῇ.Καὶ ἐλυπήθησαν οἰ μαθηταὶ ὑπερβολικά.

Δευτέρα 3 Αυγούστου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 22 - 34--------† ΚΥΡΙΑΚΗ Θ΄ ΜΑΤΘΑΙΟΥ. Ἀνακομιδὴ λειψάνου τοῦ πρωτομάρτυρος καὶ ἀποστόλου Στεφάνου (428). Θεοδώρου νεομάρτυρος (†1690).

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 καὶ ἰδόντες αὐτὸν οἱ δὲ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Ερμηνευτική απόδοσις Παναγιώτη Ν. Τρεμπέλα

22 Καὶ ἀμέσως ὁ Ἰησοῦς διὰ νὰ μὴ παρασυρθοῦν οἱ μαθηταί του ἀπὸ τὸν ἐνθουσιασμὸν τοῦ πλήθους, ποὺ ἤθελε νὰ τὸν ἀνακηρύξῃ βασιλέα, ἠνάγκασεν αὐτοὺς νὰ ἔμβουν εἰς τὸ πλοῖον καὶ νὰ περάσουν προτήτερα ἀπὸ αὐτὸν εἰς τὸ ἀπέναντι μέρος τῆς λίμνης, ἕως ὅτου αὐτὸς διαλύσῃ τὰ πλήθη τοῦ λαοῦ. 23 Καὶ ἀφοῦ διέλυσε τὰ πλήθη, ἀνέβη εἰς τὸ βουνὸν διὰ νὰ προσευχηθῇ μόνος του.Ὅταν δὲ ἐβράδυασε καλά, ἦτο ἐκεῖ μοναχός. 24 Τὸ δὲ πλοῖον εἶχε προχωρήσει πλέον εἰς τὸ μέσον τῆς λίμνης καὶ συνεταράσσετο ἀπὸ τὰ κύματα.Διότι ἦτο ἐναντίος ὁ ἄνεμος. 25 Κατὰ δὲ τὸ τελευταῖον τρίωρον τῆς νυκτός, ὁπότε παρελάμβανε τὴν στρατιωτικὴν φρουρὰν τὸ τέταρτον τμῆμα τῶν σκοπῶν, ἔφυγεν ἀπὸ τὸ ὅρος καὶ ἦλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπάνω εἰς τὴν θάλασσαν, σὰν νὰ ἦτο αὐτὴ ξηρά. 26 Καὶ ὅταν τὸν εἶδαν οἱ μαθηταὶ νὰ περιπατῇ ἐπάνω εἰς τὴν θάλασσαν, ἐταράχθησαν λέγοντες, ὅτι αὐτὸ ποὺ ἔβλεπαν εἶναι φάντασμα.Καὶ ἀπὸ τὸν φόβον τους ἀφῆκαν κραυγήν. 27 Ἀμέσως ὅμως ὡμίλησεν εἰς αὐτοὺς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἔχετε θάρρος.Ἐγὼ εἶμαι.Μὴ φοβεῖσθε. 28 Ἀπεκρίθη δὲ εἰς αὐτὸν ὁ Πέτρος καὶ εἶπε· Κύριε, ἐὰν εἶσαι σύ, διατάξέ με νὰ ἔλθω πρὸς σὲ ἐπάνω εἰς τὰ νερά. 29 Ὁ δὲ Κύριος εἶπεν· Ἐλθέ.Καὶ ἀφοῦ κατέβη ἀπὸ τὸ πλοῖον ὁ Πέτρος, περιεπάτησεν ἐπάνω εἰς τὰ νερὰ διὰ νὰ ἔλθῃ πρὸς τὸν Ἰησοῦν. 30 Ἀλλ’ ὅταν εἶδε τὸν ἀέρα, ὅτι ἦτο δυνατός, ἐκλονίσθη ἡ πίστις του καὶ ἐφοβήθη, καὶ σὰν ἤρχισε νὰ βουλιάζῃ, ἐφώναξε δυνατὰ καὶ εἶπε· Κύριε, σῶσε με, διότι κινδυνεύω νὰ πνιγῶ. 31 Ἀμέσως δὲ ὁ Ἰησοῦς ἤπλωσε τὴν χεῖρα του, τὸν ἔπιασε καὶ τοῦ εἶπε· Ὀλιγόπιστε, διατὶ ἐδείλιασες; 32 Καὶ ὅταν ὁ Χριστὸς καὶ ὁ Πέτρος ἐμβῆκαν εἰς τὸ πλοῖον, ἡσύχασεν ὁ ἄνεμος. 33 Αὐτοὶ δέ, ποὺ ἦσαν ἀπὸ προτήτερα εἰς τὸ πλοῖον, ἦλθαν καὶ τὸν ἐπροσκύνησαν μὲ πολλὴν εὐλάβειαν λέγοντες· Ἀληθινά, εἶσαι Υἱὸς τοῦ Θεοῦ. 34 Καὶ ἀφοῦ ἐπέρασαν ἀπὸ τὸ ἕν μέρος τῆς λίμνης εἰς τὸ ἄλλο, ἦλθαν εἰς τὴν χώραν Γεννησαρέτ.

Δευτέρα 27 Ιουλίου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 14 - 22-----† ΚΥΡΙΑΚΗ Η΄ ΜΑΤΘΑΙΟΥ. † Παρασκευῆς ὁσιομάρτυρος (β΄ αἰ.), Ἑρμολάου ἱερομάρτυρος (†305).

 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 14 - 22

14 Καὶ ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

Ερμηνευτική απόδοσις Παναγιώτη Ν. Τρεμπέλα

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 14 - 22

14 Καὶ ὁ Ἰησοῦς, ὅταν ἐβγῆκεν ἀπὸ τὸ ἐρημικὸν καταφύγιόν του, εἶδε πολὺν λαὸν καὶ τοὺς συνεπάθησε πολὺ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους των. 15 Ὅταν δὲ ἐπλησίαζε νὰ βραδυάσῃ, προσῆλθον εἰς αὐτόν οἰ μαθηταί του λέγοντες· Εἶναι ἔρημος ὁ τόπος καὶ ἡ ὤρα πλέον ἐπέρασε. Δῶσε διαταγὴν νὰ διαλυθοῦν τὰ πλήθη τοῦ λαοῦ, διὰ νὰ ὑπάγουν εἰς τὰ χωρία καὶ νὰ ἀγοράσουν διὰ τοὺς ἑαυτούς των τροφάς. 16 Ὁ Ἰησοῦς ὅμως τοὺς εἶπε δὲν ἔχουν ἀνάγκην νὰ ἀπέλθουν καὶ νὰ ἀγοράσουν τρόφιμα. Δώσατέ τους σεῖς νὰ φάγουν. 17 Ἀλλ’ ἐκεῖνοι τοῦ εἶπον· Δὲν ἔχομεν ἐδῶ παρὰ πέντε ψωμιὰ καὶ δύο ψάρια. 18 Ὁ δὲ Κύριος εἶπε· Φέρετέ τά μου ἐδῶ. 19 Καὶ ἀφοῦ παρεκίνησε τὰ πλήθη τοῦ λαοῦ νὰ ἑξαπλωθοῦν εἰς τὴν πρασινάδα, ἐπῆρε τὰ πέντε ψωμιὰ καὶ τὰ δύο ψάρια, καί, ἀφοῦ ἐσήκωσε τὰ μάτια του εἰς τὸν οὐρανόν, ηὐχαρίστησε καὶ ἐπεκαλέσθη τὸν Πατέρα του καὶ ἀφοῦ ἔκοψε τὰ ψωμιά, τὰ ἔδωκεν εἰς τοὺς μαθητὰς καὶ οἰ μαθηταὶ εἰς τὰ πλήθη τοῦ λαοῦ. 20 Καὶ ἔφαγαν ὅλοι καὶ ἐχόρτασαν, καὶ ἐσήκωσαν ὅ,τι ἐπερίσσευσεν ἀπὸ τὰ κομμάτια, δώδεκα κοφίνια γεμᾶτα. 21 Ἐκεῖνοι δὲ ποὺ ἔφαγαν ἦσαν περίπου πέντε χιλιάδες ἄνδρες, χωρὶς νὰ συνυπολογίζωνται εἰς τὸν ἀριθμὸν αὐτὸν γυναῖκες καὶ παιδιά. 22 Καὶ ἀμέσως ὁ Ἰησοῦς διὰ νὰ μὴ παρασυρθοῦν οἱ μαθηταί του ἀπὸ τὸν ἐνθουσιασμὸν τοῦ πλήθους, ποὺ ἤθελε νὰ τὸν ἀνακηρύξῃ βασιλέα, ἠνάγκασεν αὐτοὺς νὰ ἔμβουν εἰς τὸ πλοῖον καὶ νὰ περάσουν προτήτερα ἀπὸ αὐτὸν εἰς τὸ ἀπέναντι μέρος τῆς λίμνης, ἕως ὅτου αὐτὸς διαλύσῃ τὰ πλήθη τοῦ λαοῦ.

Δευτέρα 20 Ιουλίου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ε´ 14 - 19-----† ΚΥΡΙΑΚΗ Ζ΄ ΜΑΤΘΑΙΟΥ. «Τῶν ἁγίων καὶ θεοφόρων πατέρων τῆς ἐν Χαλκηδόνι Δ΄ Οἰκουμενικῆς συνόδου (451)». Μακρίνης ὁσίας, ἀδελφῆς τοῦ μεγάλου Βασιλείου, καὶ Δίου ὁσίου (†380).

14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Νεοελληνική απόδοσις Παναγιώτη Ν. Τρεμπέλα 

14 Σεῖς εἶσθε τὸ φῶς τοῦ κόσμου, διότι προορισμὸν ἔχετε μὲ τὸ φωτεινὸν παράδειγμά σας καὶ τοὺς μεταδίδοντας τὸ φῶς τῆς ἀληθείας λόγους σας νὰ φωτίζετε τοὺς ἀνθρώπους, ποὺ εὑρίσκονται εἰς τὸ σκότος τῆς ἁμαρτίας καὶ τῆς πλάνης.Δὲν εἶναι δυνατὸν μία πόλις, ποὺ εἶναι κτισμένη ἐπάνω εἰς ὅρος, νὰ κρυβῇ.Ἔτσι καὶ ὁ ἰδικός σας βίος θὰ ὑποπίπτῃ εἰς τὴν ἀντίληψιν ὅλων. 15 Οὔτε ἀνάπτουν οἱ ἄνθρωποι λύχνον διὰ νὰ τὸν βάλουν κάτω ἀπὸ τὸν κάδον, μὲ τὸν ὁποῖον μετροῦν τὸν σῖτον· ἀλλὰ τὸν τοποθετοῦν ἐπάνω εἰς τὸν λυχνοστάτην καὶ φωτίζει μὲ τὴν λάμψιν του ὅλους, ὅσοι εἶναι μέσα εἰς τὸ σπίτι. 16 Ἔτσι σὰν ἄλλος λύχνος καλὰ τοποθετημένος ἂς λάμψῃ τὸ φῶς τῆς ἀρετῆς σας ἐμπρὸς εἰς τοὺς ἀνθρώπους, διὰ νὰ ἴδουν τὰ καλά σας ἔργα καὶ δοξάσουν διὰ τὰ ἐνάρετα καὶ ἅγια παιδιά του τὸν Πατέρα σας, ποὺ εἶναι μὲν πανταχοῦ παρών, ἀλλὰ ἐξαιρετικὰ φανερώνει τὴν παρουσίαν του εἰς τοὺς οὐρανοῦς. 17 Μὴ νομίσετε, ὅτι ἦλθα διὰ νὰ καταλύσω καὶ ἀκυρώσω τὸν ἠθικὸν νόμον τοῦ Μωϋσέως ἢ τὴν ἠθικὴν διδασκαλίαν τῶν προφητῶν.Δὲν ἦλθα νὰ καταλύσω αὐτά, ἀλλὰ νὰ τὰ συμπληρώσω καὶ νὰ σᾶς τὰ παραδώσω τέλεια. 18 Διότι ἀληθινὰ σᾶς λέγω καὶ μὲ πᾶσαν σοβαρότητα καὶ ἐπισημότητα σᾶς βεβαιῶ ὅτι, ἕως ὅτου παραμένει καὶ δὲν καταστρέφεται ὁ οὐρανὸς καὶ ἡ γῆ, οὔτε ἕν γιῶτα ἢ ἕνα κόμμα, οὔτε δηλαδὴ ἡ μικροτάτη ἀπὸ τὰς ἐντολάς, δὲν θὰ παραπέσῃ ἀπὸ τὸν Νόμον καὶ δὲν θὰ χάσῃ τὸ κῦρος της, ἕως ὅτου ὅλα, ὅσα διατάσσει ὁ Νόμος, λάβουν τὴν ἐπαληθεύσιν καὶ πλήρωσίν τους τόσον ὑπὸ τῶν γεγονότων τῆς ζωῆς μου, ὅσα ἐκ τούτων ἐλέχθησαν προφητικῶς, ὅσον καὶ ἐν τῇ ζωῇ τῶν γνησίων μαθητῶν μου, οἱ ὁποῖοι θὰ τηροῦν ταῦτα ἐπακριβῶς. 19 Ἀφοῦ λοιπὸν αἱ ἐντολαὶ ἔχουν κῦρος καὶ ἰσχὺν ἀκατάλυτον, ὁποιοσδήποτε θὰ παραβῇ μίαν ἀπὸ ἐκείνας ἀκόμη τὰς ἐντολάς μου, ποὺ φαίνονται πολὺ μικραί, καὶ θὰ διδάξῃ τοὺς ἀνθρώπους οὕτω, ἤτοι νὰ θεωροῦν αὐτὰς μικρὰς καὶ ἀσημάντους, θὰ κηρυχθῇ ἐλάχιστος καὶ τελευταῖος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.Ἐκεῖνος ὅμως, ποὺ θὰ ἐκτελέσῃ ὅλας ἀνεξαιρέτως τὰς ἐντολὰς καὶ θὰ διδάξῃ καὶ τοὺς ἄλλους νὰ τὰς τηροῦν, οὗτος θὰ ἀναγνωρισθῇ μέγας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.Καὶ εἰς αὐτὰς λοιπὸν τὰς ἐντολάς, ποὺ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι παραμερίζουν μὲ τὰς ἀνθρωπίνους παραδόσεις των, πρέπει νὰ δώσετε μεγάλην προσοχήν.

Δευτέρα 13 Ιουλίου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 8------† ΚΥΡΙΑΚΗ Ϛ΄ ΜΑΤΘΑΙΟΥ. Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων (β΄ αἰ.). Παϊσίου ὁσίου τοῦ διορατικοῦ (†1994).

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. 4 καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Νεοελληνικη απόδοσις Ν. Τρεμπέλα

1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπέναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ. 2 Καὶ ἰδοὺ ἔφεραν πρὸς αὐτὸν ἕνα παραλυτικόν, τὸν ὁποῖον εἶχαν βάλει ἐπάνω εἰς κρεββάτι.Καὶ ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν, ποὺ εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι, ποὺ τὸν ἔφεραν, εἶπεν εἰς τὸν παραλυτικόν, ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον εἰς τὴν θεραπείαν του· Ἔχε θάρρος, παδί μου· σοῦ ἔχουν συγχωρηθῇ αἱ ἁμαρτίαι σου. 3 Καὶ ἰδοὺ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους· Αὐτὸς βλασφημεῖ σφετεριζόμενος δικαίωμα, τὸ ὁποῖον μόνον ὁ Θεὸς ἔχει. 4 Καὶ ὁ Ἰησοῦς τὴν ἰδίαν στιγμὴν εἶδε εἰς τὰ βάθη τῶν καρδιῶν των τοὺς διαλογισμούς των καὶ εἶπε· Διατὶ διαλογίζεσθε μέσα εἰς τὰς καρδίας σας σκέψεις κακοπροαιρέτους; 5 Εἶναι δὲ πράγματι αἱ σκέψεις σας κακόγνωμοι καὶ κακοπροαίρετοι, διότι, τί εἶναι εὐκολώτερον; Νὰ εἴπῃ, κανείς· Εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου, ἢ νὰ εἴπῃ, σήκω ὄρθιος καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο. 6 Διὰ νὰ μάθετε λοιπὸν τώρα, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ ἐκπρόσωπος τῆς ἀνθρωπότητος καὶ ἔνδοξος Κριτὴς αὐτῆς κατὰ τὴν δευτέραν παρουσίαν του, ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἐπὶ τῆς γῆς ἁμαρτίας - τότε λέγει εἰς τὸν παραλυτικόν· Σήκω ὄρθιος καὶ πάρε εἰς τοὺς ὤμους σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου. 7 Καὶ πράγματι ἐκεῖνος ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸ σπίτι του. 8 Ὅταν δὲ τὰ πλήθη τοῦ λαοῦ εἶδαν αὐτό, ποὺ ἔγινεν, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεόν, ὁ ὀποῖος ἔδωκε διὰ τοῦ Χριστοῦ εἰς τοὺς ἀνθρώπους τέτοιαν ἐξουσίαν, τοῦ νὰ συγχωροῦνται αἱ ἁμαρτίαι, συγχρόνως δὲ νὰ ἰατρεύωνται μὲ ἔνα λόγον ἁσθένειαι τοῦ σώματος ἀθεράπευτοι.

Δευτέρα 6 Ιουλίου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ-----† ΚΥΡΙΑΚΗ Ε΄. Ἀθανασίου τοῦ ἐν Ἁγίῳ Ὄρει Ἄθῳ (†1000) καὶ Λαμπαδοῦ ὁσίων.

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 28 - 34


28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 1


1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.


Ερμηνευτική απόδοσις Ν. Τρεμπέλα

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 28 - 34


28 Καὶ ὅταν αὐτὸς ἦλθεν εἰς τὸ ἀπέναντι μέρος, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, τὸν συνήντησαν δύο δαιμονιζόμενοι, ποὺ ἔβγαιναν ἀπὸ τὰ ἐκεῖ μνήματα, εἰς τὰ ὁποῖα εὐχαριστοῦντο νὰ κατοικοῦν.Ἦσαν δὲ καὶ οἰ δύο ἐπιθετικοὶ καὶ πολὺ ἐπικίνδυνοι, ὥστε νὰ μὴ μπορῇ κανεὶς νὰ περάσῃ ἀπὸ τὸν δρόμον ἐκεῖνον. 29 Καὶ ἔξαφνα ἀπὸ τὸν φόβον των ἐφώναξαν δυνατὰ καὶ εἶπαν· Ποία σχέσις ὑπάρχει μεταξὺ ἠμῶν καὶ σοῦ, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ἐδῶ πρόωρα, πρὸ τοῦ καιροῦ τῆς παγκοσμίου κρίσεως, διὰ νὰ μᾶς βασανίσῃς; 30 Ὑπῆρχε δὲ μακρὰν ἀπὸ αὐτοὺς κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκεν ἐκεῖ. 31 Καὶ οἰ δαίμονες τὸν παρεκάλουν λέγοντες· Ἐὰν πρόκειται νὰ μᾶς βγάλῃς ἔξω ἀπ' ἐδῶ, ἐπίτρεψόν μας νὰ ἀπέλθωμεν ες τὸ κοπάδι τῶν χοίρων. 32 Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν μωσαϊκὸν νόμον, ποὺ ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην εἶπεν εἰς τοὺς δαίμονας· Πηγαίνετε.Αὐτοὶ δὲ ἀφοῦ ἐβγῆκαν ἀπὸ τοὺς ἀνθρώπους, ἐπήγαν εἰς τοὺς χοίρους.Καὶ ἰδοὺ μὲ μανίαν ὥρμησεν ὅλον τὸ κοπάδι τῶν χοίρων ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν θάλασσαν καὶ ἐπνίγησαν ες τὰ νερὰ τῆς λίμνης. 33 Ἐκεῖνοι δέ, ποὺ ἔβοσκαν τοὺς χοίρους, ἔφυγαν καὶ ἀφοῦ ἐπῆγαν εἰς τὴν πόλιν, ἀνήγγειλαν ὅλα, ὅσα συνέβησαν καὶ ἰδιαιτέρως τὸ τί συνέβη μὲ τοὺς δαιμονιζομένους. 34 Καὶ ἰδοὺ ὅλοι οἱ κάτοικοι τῆς πόλεως ἐβγῆκαν διὰ νὰ συναντήσουν τὸν Ἰησοῦν, καὶ ὅταν τὸν εἶδαν, τὸν παρεκάλεσαν νὰ φύγῃ ἀπὸ τὰ σύνορά τους, ἐκ φόβου μήπως πάθουν καὶ μεγαλύτερα κακά.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 1


1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπέναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ.

Δευτέρα 29 Ιουνίου 2026

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 5 - 13-------† ΚΥΡΙΑΚΗ Δ΄ ΜΑΤΘΑΙΟΥ. Ἀνακομιδὴ τῶν ἱερῶν λειψάνων Κύρου καὶ Ἰωάννου τῶν ἀναργύρων (412).

5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· 6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ. 

Ερμηνευτική απόδοσις Π. Τρεμπέλα

5 Ὅταν δὲ ὁ Ἰησοῦς ἐμβῆκεν εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν εἰς ἑκατόνταρχος, ὁ ὁποῖος τὸν παρεκάλει καὶ τοῦ ἔλεγε· 6 Κύριε, ὀ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι παραλυτικός, καὶ βασανίζεται τρομερὰ ἀπὸ πόνους. 7 Καὶ λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς· Θὰ ἔλθω ἑγὼ εἰς τὸ σπίτι σου καὶ θὰ τὸν θεραπεύσω. 8 Καὶ ὁ ἑκατόνταρχος ἀπεκρίθη καὶ εἶπε· Κύριε, δὲν εἶμαι ἄξιος διὰ νὰ εἰσέλθῃς κάτω ἀπὸ τὴν στέγην τοῦ σπιτιοῦ μου.Ἀλλὰ μόνον εἰπὲ μὲ ἁπλοῦν λόγον αὐτὸ ποὺ θέλεις, καὶ θὰ ἰατρευθῇ ὁ δοῦλος μου. 9 Διότι καὶ ἑγὼ ἄνθρωπος εἶμαι, ὑπεξούσιος, ποὺ λαμβάνω διαταγὰς ἀπὸ ἀνωτέρους, ἔχων ὑπὸ τὰς διαταγάς μου στρατιώτας· καὶ λέγω εἰς τοῦτον τὸν στρατιώτην πήγαινε, καὶ πηγαίνει· καὶ εἰς τὸν ἄλλον λέγω· ἐλθέ, καὶ ἔρχεται.Καὶ εἰς τὸν δοῦλον μου λέγω· κάμε αὐτό, καὶ τὸ ἐκτελεῖ.Πόσῳ μᾶλλον θὰ ἐκτελεσθῇ ὁ λόγος ὁ ἰδικός σου, ποὺ δὲν εἶσαι ὑπὸ τὰς διαταγὰς κανενός, ἀλλ' ἔχεις ἐξουσίαν ἐπὶ ὅλων τῶν ἀοράτων δυνάμεων; 10 Ὅταν δὲ ἤκουσε τοὺς λόγους αὐτοὺς ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπεν εἰς ἐκείνους, ποὺ τὸν ἠκολούθουν· Ἀληθῶς σᾶς λέγω, ὅτι οὔτε μεταξὺ τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι εἶναι ὁ ἐκλεκτὸς λαὸς τοῦ Θεοῦ, δὲν εὗρον τόσον μεγάλην πίστιν. 11 Σᾶς διαβεβαιῶ δέ, ὅτι πολλοὶ σὰν τὸν ἑκατόνταρχον θὰ ἔλθουν ἀπὸ ἀνατολὴν καὶ δύσιν, ἀπὸ ὅλα τὰ μέρη τοῦ κόσμου, καὶ θὰ παρακαθήσουν ὡς εἰς ἄλλο εὐφρόσυνον δεῖπνον μαζὶ μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 12 Ἐκεῖνοι δέ, ποὺ κατάγονται ἀπὸ τὸν Ἀβραὰμ καὶ σύμφωνα πρὸς τὰς ἐπαγγελίας καὶ ὑποσχέσεις τοῦ Θεοῦ εἰς τὸν Ἀβραὰμ εἶναι κληρονόμοι τῆς βασιλείας, θὰ ριφθοῦν ἔξω ἀπὸ αὐτὴν εἰς τὸ σκότος τὸ τελείως ἀπομακρυσμένον ἀπὸ τὴν βασιλείαν.Ἐκεῖ θὰ εἶναι ὁ κλαυθμὸς καὶ τὸ τρίξιμο τῶν ὀδόντων. 13 Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον· Πήγαινε εἰς τὸ σπίτι σου καὶ ὅπως ἐπίστευσες, ὅτι δηλαδὴ μὲ μόνον τὸν λόγον καὶ ἀπὸ μακρυὰ δύναμαι νὰ θεραπεύσω τὸν δοῦλον σου, ἔτσι ἂς γίνῃ εἰς σέ.Πράγματι δὲ κατὰ τὴν στιγμὴν ἐκείνην ἐθεραπεύθη ὁ δοῦλος του.