Δευτέρα 28 Ιουλίου 2014

Μτθ. θ´ 27-35

Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ ᾿Ιησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ᾿Ελέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ᾿Ελθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν

οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ῾Ορᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ᾿Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ ᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.


Νεοελληνική απόδοσις

Εκεῖνο τὸν καιρό, καθὼς προχωροῦσε ᾿Ιησοῦς, τὸν ἀκολούθησαν δύο τυφλοί, ποὺ φώναζαν κι ἔλεγαν· «Σπλαχνίσου μας, Υἱὲ τοῦ Δαβίδ!» Κι ὅταν ἔφτασε στὸ σπίτι, πῆγαν κοντά του οἱ τυφλοί, καὶ ὁ ᾿Ιησοῦς τοὺς λέει· «Πιστεύετε πὼς μπορῶ νὰ τὸ κάνω αὐτό;» Τοῦ λένε· «Ναί, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε· «῞Οπως τὸ πιστεύετε νὰ σᾶς γίνει». Κι ἀνοίχτηκαν τὰ μάτια τους. Τότε ὁ ᾿Ιησοῦς τοὺς πρόσταξε λέγοντας· «Προσέξτε νὰ μὴν τὸ μάθει κανένας». Αὐτοὶ ὅμως, μόλις βγῆκαν ἔξω, διέδωσαν τὴ φήμη του σ᾿ ὅλη τὴν περιοχὴ ἐκείνη. ᾿Ενῶ ἔβγαιναν ἔξω οἱ δύο τυφλοί, τοῦ ἔφεραν ἕναν κωφάλαλο δαιμονισμένο. Μόλις ἔδιωξε τὸ δαιμόνιο, μίλησε ὁ κωφάλαλος. Κι ὁ κόσμος θαύμασε καὶ εἶπε· «Ποτὲ ὣς τώρα δὲν εἶδαν οἱ ᾿Ισραηλίτες τέτοια πράγματα!» Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν· «Μὲ τὴ δύναμη τοῦ ἄρχοντα τῶν δαιμονίων διώχνει τὰ δαιμόνια».  ῾Ο ᾿Ιησοῦς περιόδευε σ᾿ ὅλες τὶς πόλεις καὶ στὰ χωριά, δίδασκε στὶς συναγωγές τους, κήρυττε τὸ χαρμόσυνο μήνυμα γιὰ τὸν ἐρχομὸ τῆς βασιλείας τοῦ Θεοῦ καὶ γιάτρευε κάθε ἀσθένεια καὶ κάθε ἀδυναμία στὸν λαό.

Δεν υπάρχουν σχόλια: