Τῶ καιρῷ ἐκείνῳ, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ ᾿Ιησοῦς
τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ῞Ινα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; ῞Ινα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ᾿Εγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ᾿Ιδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Νεοελληνική απόδοσις
Εκεῖνο τὸν καιρό, ὁ ᾿Ιησοῦς ἐπιβιβάστηκε στὸ πλοῖο, διέσχισε τὴ λίμνη καὶ ἦρθε στὴν πόλη του. Τότε τοῦ ἔφεραν ἕναν παράλυτο ξαπλωμένο σ᾿ ἕνα κρεβάτι. ῞Οταν εἶδε ὁ ᾿Ιησοῦς τὴν πίστη τους, εἶπε στὸν παράλυτο· «Θάρρος, παιδί μου, σοῦ συγχωρήθηκαν οἱ ἁμαρτίες σου». Τότε μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους· «Μὰ αὐτὸς προσβάλλει τὸν Θεό». ῾Ο ᾿Ιησοῦς ὅμως, ποὺ κατάλαβε τὶς σκέψεις τους, εἶπε· «Γιατί κάνετε πονηρὲς σκέψεις; Τί εἶναι εὐκολότερο νὰ πῶ· “σοῦ συγχωροῦνται οἱ ἁμαρτίες” ἢ νὰ πῶ· “σήκω καὶ περπάτα”; Γιὰ νὰ μάθετε λοιπὸν πὼς ὁ Υἱὸς τοῦ ᾿Ανθρώπου ἔχει τὴν ἐξουσία νὰ συγχωρεῖ ἁμαρτίες πάνω στὴ γῆ» -λέει στὸν παράλυτο· «Σήκω, πάρε τὸ κρεβάτι σου καὶ πήγαινε στὸ σπίτι σου». ᾿Εκεῖνος σηκώθηκε καὶ πῆγε στὸ σπίτι του. ῞Οταν ὁ κόσμος τὸ εἶδε αὐτό, ἔμειναν κατάπληκτοι καὶ δοξολόγησαν τὸν Θεό, ποὺ ἔδωσε τέτοια ἐξουσία στοὺς ἀνθρώπους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου