Τρίτη 20 Νοεμβρίου 2018

Προεόρτια Εισοδίων Υπεραγίας Θεοτόκου



Ημερομηνία εορτής: 20/11/2018
Δεν βρέθηκε αγιογραφία. Παρακαλούμε επικοινωνήστε μαζί μας, αν έχετε να μας προτείνετε κάποια.
Τύπος εορτής: Σταθερή.
Εορτάζει στις 20 Νοεμβρίου εκάστου έτους.
Άγιοι που εορτάζουν:  Προεορτια Εισοδιων Υπεραγιας Θεοτοκου



Βιογραφία
Σήμερα είναι τα προεόρτια (παραμονή) των Εισοδίων της Θεοτόκου.

Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Χαρὰν προμνηστεύεται, πᾶσιν ἡ Ἄννα νυνί, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἥν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, ἐν Ναῷ τοῦ Κυρίου, ὡς ὄντως Ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.

Κάθισμα
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Αἰνέσατε παρθένοι, καὶ Μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς Κυρίου ἁγιώτατος. Διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε δόξα, τοῦ γένους τῶν ἀνθρώπων.

Ἕτερον Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Δαυῒδ προοδοποίησον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα, κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.

Ὁ Οἶκος
Ὁ τῶν ἁπάντων Ποιητής, ὁ Πλάστης καὶ Δεσπότης, ἀρρήτῳ εὐσπλαγχνίᾳ καμπτόμενος, καὶ μόνῃ φιλανθρωπίᾳ τῇ αὐτοῦ, ὅν περ ταῖς οἰκείαις κατεσκεύασε χερσίν, ἰδὼν πεσόντα ᾤκτειρε, καὶ ἀναστῆναι τοῦτον εὐδόκησε, πλάσει θειοτέρᾳ, καὶ κενώσει τῇ ἰδίᾳ, ὡς ἀγαθὸς φύσει καὶ ἐλεήμων. Διὸ τὴν Μαριὰμ μεσίτιν λαμβάνει, ὡς παρθένον καὶ ἁγνήν, τοῦ μυστηρίου, ἐκ ταύτης τὸ ἡμῶν φορέσαι ὡς ἠβουλήθη· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Δεν υπάρχουν σχόλια: