Κυριακή 16 Ιουνίου 2024

ΖΕΥΣ ΚΑΙ ΑΙΣΧΥΝΗ

[111.1] Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. διόπερ ἀμηχανῶν, πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἀνηξιοπάθει, ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· «ἀλλ᾽ ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθὺς ἐξελεύσομαι». ἀπὸ τούτου καὶ συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.

τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα μάχλον.

Δεν υπάρχουν σχόλια: