Ημερομηνία εορτής: | 24/06/2020 | |
Τύπος εορτής: | Σταθερή. Εορτάζει στις 24 Ιουνίου εκάστου έτους. | |
Ιερά Λείψανα: | Απότμημα του Ιερού Λειψάνου του Αγίου βρίσκεται στη Σκήτη Αγίου Παντελεήμονος της Μονής Κουτλουμουσίου Αγίου Όρους. | |
Άγιοι που εορτάζουν: Αγιος Παναγιωτης Ο Καισαρευς (; - 1765) |
Παναγιώτης Καισαρεὺς δι᾿ ἀγάπης Τοῦ Κυρίου τέθνηκεν ὢ χρηστοῦ τέλους! Χριστοῖο ἐρῶ Παναγιώτης ἀλκίφρων δειρὴν ἐτμήθη. |
Βιογραφία Ο Νεομάρτυρας αυτός μαρτύρησε στην Κωνσταντινούπολη για τη χριστιανική του πίστη, στις 24 Ιουνίου 1765 μ.Χ. Το τίμιο λείψανο του, ενταφιάστηκε από τους χριστιανούς με τιμές στον Ναό της Ζωοδόχου Πηγής στην Κωνσταντινούπολη. (Σύμφωνα με άλλες πληροφορίες, ο μάρτυρας αυτός μαρτύρησε το έτος 1767 μ.Χ. και σε ηλικία 20 χρονών). |
Ἀπολυτίκιον Ἦχος γ´. Θείας πίστεως. Θεῖον βλάστημα τῆς Καισαρείας, καὶ ὁμότροπος τῶν ἀθλοφόρων ἀνεδείχθης, Παναγιώτη μακάριε· τοῦ γὰρ Σωτῆρος κηρύξας τὸ ὄνομα ,ὑπὲρ αὔτοῦ τὸ σὸν αἷμα ἐξέχεας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν το μέγα ἔλεος. Κοντάκιον Ἦχος δ´. Ἐπεφάνης σήμερον. Τῶν Μαρτύρων σύναθλος τῇ σῇ ἀθλήσει ἀνεδείχθης, ἔνδοξε ὑπὲρ Χριστοῦ σφαγιασθείς· διὸ στεφάνῳ τῆς δόξης σε ὦ Παναγιώτη, Χριστὸς ἐστεφάνωσε. Κάθισμα Ἦχος δ΄. Ταχὺ προκατάλαβε. Ἀθλήσει ἐφαίδρυνας τὴν Ἐκκλησίαν Χριστοῦ, προσθήκη δὲ γέγονας τοῖς ἂπ᾿ αἰῶνος καλῶς, ἀθλήσασιν ἔνδοξε· ὅθεν ζωῆς τοῦ ξύλου, σὺν αὐτοῖς ἀπολαύων, πρέσβευε, Παναγιώτη, ἐκτενῶς δυσωποῦμεν, ῥυσθῆναι πάσης ἀνάγκης, τοὺς σὲ μακαρίζοντας. Ὁ Οἶκος Τῆς εὐσεβείας τῷ φωτὶ τὸν νοῦν διηυγασμένος τοῦ μαρτυρίου· τὴν ὁδὸν διήνυσας προθύμως καὶ πρὸς ἀθάνατον ζωὴν ὑπὲρ Χριστοῦ θανατωθεῖς ἐσκήνωσας ἐνδόξως· οὗ γὰρ ἔπτηξας τυραννικὸν θυμὸν, οὐδὲ ἐπαγγελιῶν ἐπτόησαι, δωρεαῖς ἀλλ᾿ ἐρηρεισμένος τῇ πέτρᾳ τῆς πίστεως, καὶ πρὸς τὰ μέλλοντα ἀγαθὰ ἀποσκοπῶν νεότητος παρ’ εἶδες ἀκμὴν καὶ πᾶσαν τὴν ἐν κόσμῳ τιμὴν καὶ τὸν θάνατον, ὡς γλυκεῖαν ἠσπάσω ζωὴν ὡ Παναγιώτη, διὸ στεφάνῳ τῆς δόξης σε, Χριστὸς ἐστεφάνωσε. Μεγαλυνάριον Χαίροις τῶν μαρτύρων ὁ μιμητής, καὶ τῶν Καισαρέων ἐγκαλλώπισμα ἱερὸν, χαίροις Παναγιώτη, Χριστοῦ νέε ὀπλίτα, τῆς εὐσεβείας ἄνθος, τὸ εὐωδέστατον. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου