Τῷ καιρῷ εκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς
ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Νεοελληνική απόδοσις
Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Νεοελληνική απόδοσις
Τον καιρό εκείνο, ὅταν περπατοῦσε κοντὰ εἰς τὴν λίμνην τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ὁ ὁποῖος ἐλέγετο Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, νὰ ρίχνουν δίχτυ εἰς τὴν λίμνην, διότι ἦσαν ψαράδες. Καὶ τοὺς λέγει, «Ἐλᾶτε, ἀκολουθῆστε με, καὶ θὰ σᾶς κάνω ψαράδες ἀνθρώπων». Αὐτοὶ ἐγκατέλειψαν ἀμέσως τὰ δίχτυα καὶ τὸν ἀκολούθησαν. Καὶ ὅταν ἐπροχώρησε ἀπὸ ἐκεῖ, εἶδε ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον, τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, μέσα σὲ πλοιάριον μαζὶ μὲ τὸν Ζεβεδαῖον, τὸν πατέρα τους, νὰ ἐπισκευάζουν τὰ δίχτυα τους καὶ τοὺς ἐκάλεσε. Αὐτοὶ ἀμέσως ἄφησαν τὸ πλοιάριον καὶ τὸν πατέρα τους καὶ τὸν ἀκολούθησαν.
Ὁ Ἰησοῦς ἐγύριζε ὁλόκληρη τὴν Γαλιλαίαν καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν εἰς τὸν λαόν.
Ὁ Ἰησοῦς ἐγύριζε ὁλόκληρη τὴν Γαλιλαίαν καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν εἰς τὸν λαόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου