Ημερομηνία εορτής: | 30/06/2019 | |
Τύπος εορτής: | Με βάση το Πάσχα. Εορτάζει 63 ημέρες μετά το Άγιο Πάσχα. | |
Άγιοι που εορτάζουν: Συναξη Παντων Των Εν Λεσβω Αγιων |
Λέσβος χορεύει ὁμοῦ συνευφημοῦσα
τοὺς ἐν αὐτῇ λάμψαντας φίλους Κυρίου. Ἤνεγκε Λέσβος ὁμήγυριν Χριστῷ Θεοειδῆ ἐτάρων. |
Βιογραφία
Την πρώτη μετά των Αγίων Πάντων Κυριακή η Εκκλησία μας εορτάζει την μνήμη των εν Λέσβω διαλαμψάντων Αγίων. Η Ακολουθία τους είναι γραμμένη από τον Υμνογράφο της Μεγάλης του Χριστού Εκκλησίας Γεράσιμο Μικραγιαννανίτη. |
Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου πολίτης. Τοὺς ἐκ Λέσβου ὡς ἄστρα νοητὰ ἀνατείλαντας, καὶ ἀπὸ χωρῶν διαφόρων ἐν αὐτῇ διαπρέψαντας. Ὁσίους τε καὶ Μάρτυρας ὁμοῦ, καὶ θείους ἱεράρχας τοῦ Χριστοῦ, ἐν μιᾷ ἀνευφημήσωμεν ἑορτῇ οἱ λέσβιοι κραυγάζοντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσοντι, δόξα τῷ δι’ ὑμῶν περιφανῶς, τὴν νῆσον ἡμῶν κλεΐσαντι. Ἕτερον Ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως. Θεῖον σύστημα κλεινῶν Ὁσιῶν, καὶ ὁμήγυριν Ἀρχιερέων, καὶ Μαρτύρων ἀκαθαίρετον φάλαγκα, ἡ νῆσος Λέσβος γεραίρει χορεύουσα, ὡς ἐν αὐτῇ τὸν Χριστὸν μεγαλύναντας, καὶ πρεσβεύοντας δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν εἰρήνην ἀληθῆ καὶ μέγα ἔλεος. Κοντάκιον Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τοὺς ἐν τῇ Λέσβῳ ἀθλητὰς τοῦ Σωτῆρος, καὶ ἱεράρχας καὶ Ὁσίους Πατέρας, πνευματικῶς ὑμνήσωμεν γηθόμενοι· οὗτοι διαφόροις γάρ, διαπρέψαντες χρόνοις, ἤδη συνηρμόσθησαν, ἐπὶ μίαν χορείαν, καὶ τῷ Θεῷ πρεσβεύουσιν ὁμοῦ, ἡμῖν δοθῆναι πταισμάτων συγχώρησιν. Κάθισμα Ἦχος δ'. Ταχὺ προκατάλαβε. Η Λέσβος χαρμόσυνον ἐπιτελεῖ ἑορτήν, εἰκάδα γεραίρουσα, μετὰ τριάδος κλεινῆς, ἁγίων ἐν χάριτι· τούτων γὰρ τῇ πρεσβείᾳ, ἐκ δεινῶν ῥυομένη, χάριτος ἰαμάτων, ἐξ αὐτῶν ἀπολαύει· διὸ καὶ μεγαλύνει Χριστόν, τὸν τούτους δοξάσαντα. Ὁ Οἶκος Οἱ ἐν Λέσβῳ συνέλθωμεν σήμερον, καὶ κοινὴν ἑορτὴν συστησώμεθα, τοὺς ἐν τῇ ἡμετέρᾳ νήσῳ ἁγιοπρεπῶς ἐκλάμψαντας, ὁμοφώνως γεραίροντες, αὐτόχθονάς τε καὶ ἐπήλυδας· οὗτοι γὰρ οἱ μακάριοι, οἱ μέν, δι’ ἐναρέτου πολιτείας, καὶ ποιμαντικὴς ἐπιστήμης, ἡμᾶς εὐεργετήσαντες, Θεῷ εὐηρέστησαν· οἱ δὲ δι’ ἀθλητικῶν ἀγώνων, καὶ μαρτυρικοῦ παραστήματος, τάς ψυχὰς ἡμῶν πτερώσαντες, Χριστὸν τὸν ἀθλοθέτην ἐδόξασαν, καὶ ἤδη πάντες τὴν πᾶσαν νῆσον ἡμῶν ἁγιάζουσι, τῇ καταθέσει τῶν ἱερῶν αὐτῶν λειψάνων καὶ ταῖς ἐξ αὐτῶν προϊούσαις χάρισι καὶ πάντες ὁμοῦ Θεῶ πρεσβεύουσιν, ἡμῖν δοθῆναι πταισμάτων συγχώρησιν. Μεγαλυνάριον Τοὺς ἐν Λέσβῳ Μάρτυρας τοῦ Χριστοῦ, θείους Ἱεράρχας, καὶ Ὁσίους θεοειδεῖς, πάντες ὁμοφώνως, οἱ σύλλογοι λεσβίων, τιμήσωμεν ὡς πρέσβεις ἡμῶν πρὸς Κύριον. |
Ακολουθία των εν Λέσβω Αγίων |
Σύναξη Πάντων των εν Λέσβω Αγίων |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου