Ημερομηνία εορτής: | 16/02/2017 |
Δεν βρέθηκε αγιογραφία. Παρακαλούμε επικοινωνήστε μαζί μας, αν έχετε να μας προτείνετε κάποια.
|
Τύπος εορτής: | Σταθερή. Εορτάζει στις 16 Φεβρουαρίου εκάστου έτους. | |
Άγιοι που εορτάζουν: Αγιος Ρωμανος Ο Νεος Οσιομαρτυρας (; - 1694) |
Ως εις γάμους έδραμες εις τας βασάνους,
Pωμανέ Mάρτυς, εύγε της σης ανδρίας! |
Ἀπολυτίκιον Ἦχος γ’. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις. Σθένει Χάριτος τῆς Παναγίας ῥώμην ὤνησας τὴν πανολβίαν καὶ ῥωμαλέως ἠγωνίσω, Μακάριε· ὅθεν Χριστὸν ὡς Θεὸν ὡμολόγησας καὶ μαρτυρίῳ τὴν πίστιν ἐτράνωσας, ῾Ρωμανὲ ἔνδοξε, ᾿Ασπροπύργου τὸ σέμνωμα. Σωτῆρα Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἕτερον Ἀπολυτίκιον Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον. ᾿Αθλητῶν καὶ μαρτύρων νέων τὸ καύχημα, ἀσκητῶν καὶ ὁσίων Εὐρυτάνων ἀγλάϊσμα ἀνεδείχθης, ῾Ρωμανέ, τῷ μαρτυρίῳ σου ὅτι ἐδόξασας Χριστὸν ἐν κριτηρίοις ἀσεβῶν τῇ ῥώμῃ τοῦ Παρακλήτου. Καὶ νῦν ὡς μάρτυς πρεσβεύεις ὑπὲρ πιστῶν τῶν εὐφημούντων σε. Μεγαλυνάριον ῾Ρώμην ἐνεδύσω ἐξ οὐρανοῦ καὶ τῇ πανοπλίᾳ τοῦ Παντάνακτος ᾿Ιησοῦ ἐχθρῶν τὰς μεθοδείας καί τῶν ὑπεναντίων κατῄσχυνας γενναίως, ῾Ρωμανὲ ἔνδοξε. Ἕτερον Μεγαλυνάριον Τὸ τοῦ ᾿Ασπροπύργου σέβας λαμπρόν, ῾Ρωμανὸν τὸν νέον καὶ ἐν μάρτυσι θαυμαστόν, τὸν πίστει καὶ ἀνδρείᾳ κακίαν ἀναιροῦντα, ἄσμασιν καὶ ὕμνοις τοῦτον τιμήσωμεν. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου