Κυριακή 20 Μαΐου 2012

ΤΟΥ ΤΥΦΛΟΥ Ο Ἀπόστολος Πράξεις Αποστόλων (ιστ΄ 16-34)



Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες. Καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
Οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

Νεοελληνική απόδοσις

Τίς ἡμέρες ἐκείνες, καθὼς ἐπηγαίναμεν εἰς τὸν τόπον τῆς προσευχῆς μᾶς συνήντησε κάποια ὑπηρέτρια ποὺ εἶχε πνεῦμα μαντικόν, καὶ μὲ τὴν μαντείαν ἔφερνε πολλὰ κέρδη εἰς τοὺς κυρίους της. Αὐτὴ ἀκολουθοῦσε τὸν Παῦλον καὶ ἐμᾶς καὶ ἐφώναζε, «Αὐτοὶ οἱ ἄνθρωποι εἶναι δούλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ σᾶς ἀναγγέλουν τὸν δρόμον τῆς σωτηρίας». Αὐτὸ τὸ ἔκανε πολλὲς ἡμέρες. Ὁ Παῦλος ἦτο πολὺ ἀγανακτισμένος καὶ στραφεὶς εἶπε εἰς τὸ πνεῦμα, «Σὲ διατάσσω εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ νὰ βγῇς ἀπὸ αὐτήν». Καὶ ἐκείνην τὴν στιγμὴν ἐβγῆκε.
Ὅταν ὅμως οἱ κύριοί της εἶδαν ὅτι ἐχάθηκε ἡ ἐλπίδα τῶν κερδῶν τους, ἔπιασαν τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ τοὺς ἔσυραν εἰς τὴν ἀγορὰν πρὸς τὰς ἀρχάς, καὶ ὅταν τοὺς ἔφεραν εἰς τοὺς στρατηγοὺς εἶπαν, «Αὐτοὶ οἱ ἄνθρωποι, οἱ ὁποῖοι εἶναι Ἰουδαῖοι, δημιουργοῦν ταραχὴν εἰς τὴν πόλιν μας· κηρύσσουν διδασκαλίας, τὰς ὁποίας ἔμεῖς ποὺ εἴμεθα Ρωμαῖοι δὲν ἐπιτρέπεται νὰ τὰς παραδεχθοῦμε ἢ νὰ τὰς ἐφαρμόσωμεν». Ξεσηκώθηκε καὶ ὁ ὄχλος ἐναντίον τους, οἱ δὲ στρατηγοὶ τοὺς ἐξέσχισαν τὰ ἐνδύματα καὶ διέταξαν νὰ τοὺς ραβδίσουν. Ἀφοῦ τοὺς ἔδωκαν πολλὰ ραβδίσματα, τοὺς ἔριξαν εἰς τὴν φυλακὴν καὶ παρήγγειλαν εἰς τὸν δεσμοφύλακα νὰ τοὺς φυλάττῃ καλά. Αὐτός, ἀφοῦ ἔλαβε τέτοιαν παραγγελίαν, τοὺς ἔβαλε εἰς τὴν πιὸ βαθειὰ φυλακὴν καὶ ἔδεσε τὰ πόδια τους εἰς τὸ ξύλον πρὸς ἀσφάλειαν.
Κατὰ τὰ μεσάνυχτα ὁ Παῦλος καὶ ὁ Σίλας προσηύχοντο καὶ ἔψαλλαν ὕμνους εἰς τὸν Θεόν, καὶ οἱ ἄλλοι φυλακισμένοι τοὺς ἄκουαν. Ἔξαφνα ἔγινε σεισμὸς μεγάλος, ὥστε ἐσαλεύθησαν τὰ θεμέλια τῆς φυλακῆς, καὶ ἀμέσως ἄνοιξαν ὅλες οἱ πόρτες καὶ ὅλων τὰ δεσμὰ ἐλύθηκαν. Ὅταν ἐξύπνησε ὁ δεσμοφύλαξ καὶ εἶδε ἀνοικτὲς τὶς πόρτες τῆς φυλακῆς, ἔσυρε τὸ μαχαίρι του καὶ ἐπρόκειτο ν’ αὐτοκτονήσῃ, ἐπειδὴ ἐνόμιζε ὅτι οἱ φυλακισμένοι εἶχαν φύγει. Ἀλλ’ ὁ Παῦλος τοῦ ἐφώναξε δυνατά, «Μὴ κάνῃς κανένα κακὸν εἰς τὸν ἑαυτόν σου, διότι ὅλοι εἴμεθα ἐδῶ». Ἀφοῦ ἐζήτησε φῶτα, ἐπήδησε μέσα καί, τρομαγμένος, ἔπεσε εἰς τὰ πόδια τοῦ Παύλου καὶ τοῦ Σίλα. Ὕστερα τοὺς ὡδήγησε ἔξω καὶ εἶπε, «Κύριοι, τί πρέπει νὰ κάνω γιὰ νὰ σωθῶ;». Ἐκεῖνοι δὲ εἶπαν, «Πίστεψε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ θὰ σωθῇς σὺ καὶ οἱ οἰκιακοί σου». Καὶ ἐκήρυξαν τὸν λόγον τοῦ Κυρίου εἰς αὐτὸν καὶ εἰς ὅλους ποὺ ἦσαν εἰς τὸ σπίτι του. Ἐκείνην τὴν νυχτερινὴν ὥραν τοὺς ἐπῆρε καὶ ἔπλυνε τὶς πληγές τους καὶ ἀμέσως κατόπιν ἐβαπτίσθηκε καὶ αὐτὸς καὶ ὅλοι οἱ δικοί του. Τοὺς ἔφερε εἰς τὸ σπίτι του, τοὺς ἔδωσε φαγητὸν καὶ ἐχαίρετο μὲ ὅλους τοὺς δικούς του διὰ τὴν πίστιν του εἰς τὸν Θεόν.

Σύντομο σχόλιο
Η πίστη 
ελευθερώνει και σώζει τον άνθρωπο.

Δεν υπάρχουν σχόλια: